Ancient Greek
P.Oxy. 14 1682
Documentary Papyri, P.Oxy. 14 1682
Not analysed yet
κυρίᾳ μου ἀδελφῇ Ἀντιοχείῃ Ἡρακλείδης χαίρειν. ἀπέστειλα Μέλανα διὰ γραμμάτων, ἐπειδὴ ὁ ἀὴρ ἐναντίος ἡμῖν ἦν ἀφʼ οὗ ἔπλευσας, ἵνα ἡμῖν περὶ τῆς ἀνόδου καὶ ὁλοκληρίας γνῷς, καὶ ἡ μὲν τοῦ θεοῦ πρόνοια παρέξει τὸ μετὰ ὁλοκληρίας σε τὰ οἰκεῖα ἀπολαβεῖν. ἀναγκαίως δὲ καὶ ἡμῖν ἐπίστειλον ὅτι εἰ ᾖς ἐπιδημήσασα, ἵνα εὐθυμότεροι γενώμεθα τὰ περὶ σοῦ ἀκούσαντες. τὸ τέκνον σου τοῖς ἔργοις ἑαυτοῦ προσεχέτω. τὰ μὲν εἰκότα αὐτῷ ἐπέσταλκα κήδεσθαι τῶν ἔργων ἀφορῶντι τῇ τοῦ ἐνιαυτοῦ διαφορᾷ. ἐρρῶσθαί σε εὔχομαι, κυρία μου ἀδελφή, πολλοῖς χρόνοις. κυρίᾳ μου ἀδελφῇ Ἀντιοχείῃ.