Ancient Greek
P.Oxy. 14 1691
Documentary Papyri, P.Oxy. 14 1691
Not analysed yet
ἐμίσθωσεν Αἰλία Ἡρωδίενα καὶ ὡς χρηματίζει Αὐρηλίοις Διογένει Διογένους ἀπὸ τῆς ἱερᾶς συνόδου καὶ Φιλονίκῳ Θέωνος ἀμφοτέροις ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως, πρὸς μόνον τὸ ἐνεστὸς η ἔτος καὶ ζ ἔτος ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῇ περὶ κώμην Σενοκῶμειν ἀρουρῶν ἓξ ἐκ γεωμετρίας ἀρούρας τρεῖς κοινωνικῶν πρὸς τὴν ὁμογνησίαν αὐτῆς ἀδελφήν, ὥστε ξυλαμῆσαι λινοκαλάμῃ, ἐκφορίων καὶ φόρων κατʼ ἄρουραν δραχμῶν δισχιλίων πεντακοσίων, γίνονται δραχμαὶ Βφ, ἀκινδύνων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὴν γεοῦχον κυριεύουσαν τῶν καρπῶν ἕως ἂν τὰ ὀφειλόμενα ἀπολάβῃ. βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότωσαν οι῾ μεμισθωμένοι τὰ ὀφειλόμενα ἐν μηνὶ …