Ancient Greek
P.Oxy. 14 1692
Documentary Papyri, P.Oxy. 14 1692
Not analysed yet
ἐμίσθωσεν Ἀπίων Ὡρείωνος γυμνασιαρχήσας τῆς Ὀξυρυγχιτῶν πόλεως Ἀμόιτι Ἀμόιτος μητρὸς Σαμβοῦτος καταγινομένῳ ἐν Ταλαὼ ἐπὶ ἐνιαυτὸν ἕνα ἀπὸ νεομηνίας Ἁθὺρ τοῦ ἐνεστῶτος κθ ἔτους τὰ ἀμπελουργικὰ χειρικὰ ἔργα πάντα χωρὶς ξυλοτομίας ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ περὶ Ταλαὼ ἐκ τοῦ Πτολεμαίου τοῦ Τρύφωνος κλήρου ἀμπελικοῦ κτήματος καὶ καλαμείας ὅσων ἐστὶν ἀρουρῶν παλαιᾶς ὡς καὶ νέας, ἅπερ ἐστὶν ἔργα τιλμὸς καλάμου, μεταφορὰ τούτου εἰς τὸν συνήθη τόπον, σάρωσις φύλλων, συντομὴ καὶ μεταφορὰ τούτων ἐκτὸς πλαστῆς εἰς ἐπιτηδείους τόπους, σκαφητός, παραγραφή, ἀπωρυγισμὸς τῶν δεομένων τόπων, συντομὴ τοῦ εἰς καλαμουργίαν καινοῦ καλάμου, καλαμουργία, τοῦ γεούχου παρεχομένου κάλαμον καὶ φλοῦν τὸν αὐτάρκη, ἐπάρδευσις καὶ βοτανισμὸς διηνεκής, σκαλισμός, βλαστολογία, διάστασις φύλλων καὶ ἀνάλημψις βλαστῶν, φυλλολογία, καὶ παρέσται τῇ τρύγῃ, καὶ φυράσει τὸν Πηλουσιακὸν οἶνον ,καὶ ἔτι φυλάξει ἐν ἀγρῷ τὸ σύνηθες… πρὸς κώμην, καὶ μετενεγκεῖ… …γένημα μέχρι ……ενεχθέντ… μίσθωσις ἀμπελουργικῶν ἔργων κθ ἔτους Ἀπίωνος …