Ancient Greek
P.Oxy. 14 1707
Documentary Papyri, P.Oxy. 14 1707
Not analysed yet
Ἀπολλώνιος Ἡφαιστίωνος τοῦ Ἀμμωνίου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς Ἀπολλωνίῳ Ἀπολλωνίου τοῦ Σαραπίωνος Εὐθηνοδοτείῳ τῷ καὶ Ἀλθαιεῖ χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ὄνον θήλειαν πρωτοβόλον μυόχρωμον ἀχάρακτον τιμῆς τὴς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστῶν νομίσματος δραχμῶν ἑξακοσίων, γίνονται δραχμαὶ χ, ἃς καὶ αὐτόθι ἀπέσχεν ὁ ὁμολογῶν Ἀπολλώνιος παρὰ τοῦ Ἀπολλωνίου, καὶ βεβαιώσει πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ταύτην τοιαύτην ἀναπόρριφον. ἐὰν δὲ ἐπιλάβηταί τις αὐτῆς, ἀποστήσει αὐτὸν ὁ Ἀπολλώνιος ταῖς ἰδίαις αὑτοῦ δαπάναις. κυρία ἡ πρᾶσις. ἔτους τρεισκαιδεκάτου Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Φαῶφι ε. Ἀπολλώνιος ὁ προκίμενος πέπρακα ὡς πρόκιται.