Ancient Greek
P.Oxy. 14 1708
Documentary Papyri, P.Oxy. 14 1708
Not analysed yet
Αὐρήλιος Ἁράχθης Πατήτου μητρὸς Θερμουθίης ἀπὸ κώμης Πεννὴ τοῦ Ἡρακλεοπολείτου νομοῦ Αὐρηλίῳ Θεοδώρῳ Ἁρποκρατίωνος ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχειτῶν πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παραδεδωκέναι σοι ἐπʼ ἀγορᾶς τοῦ ἄνω Κυνοπολείτου ὄνον ἄρρενα λευκόχρωμον δευτεροβόλον τιμῆς ἀργυρίου τάλαντα δέκα καὶ δραχμὰς τετρακισχιλίας, γίνονται τάλαντα ι δραχμαὶ Δ, ἃς καὶ αὐτόθι ἀπέσχον παρὰ σοῦ ἐκ πλήρους διὰ χειρός, τῆς βεβαιώσεως… ἄλλην πᾶσαν βεβαίωσιν δ…ε…τι διὰ παντὸς καὶ ἀπὸ παντὸς τοῦ ἐπελευσομένου. κυρία ἡ πρᾶσις ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Μαξιμιανοῦ τὸ η καὶ Μαξιμίνου τὸ β Αὐγούστων Φαρμοῦθι η. Αὐρήλιος Ἁράχθης πέπρακα τὸν ὄνον καὶ ἀπέσχον τὴν τιμὴν ὡς πρόκειται. Αὐρήλιος Σερῆνος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.