Ancient Greek
P.Oxy. 14 1756
Documentary Papyri, P.Oxy. 14 1756
Not analysed yet
Σαραπίων Διονυσίωι τῶι πατρὶ χαίρειν. ἀναγκαῖον ἔγνων διὰ γραπτοῦ σε ἀσπάσασθαι. κόμισαι διὰ Κεφαλᾶτος Πετεχῶντος Σαλβίου τὴν λαογραφίαν μου δραχμὰς ιβ. ἐὰν Ἀμόις παραγένηται, δώσω αὐτῶι τὰς ἄλλας δραχμὰς δ. ἐὰν τὰ κτήνη ἐξέρχηται ἐπὶ γράστιν, πέμψω σοι ἐλαίαν. ἔρρωσο. παρὰ Σαραπίωνος Διονυσίωι τῶι πατρί.