Ancient Greek
P.Oxy. 14 1757
Documentary Papyri, P.Oxy. 14 1757
Not analysed yet
Ὡρεῖς Ὡρίωνι τῶι ἀδελφῶι πλεῖστα χαίρειν. πρὸ τῶν ὅλων εὔχομαί σε ὑγιαίνειν. δευτέραν σοι ἐπιστολὴν γράφω καὶ οὐδεμίαν μοι ἀντέγραψας. ἐγώ σε πάντοτε φιλῶ, σὺ δὲ παρεξουδενεῖς με. ἀνερχόμενος ἀνενεγκῶ σοι τὰ καλλάινα, καὶ εἴ τι ἐὰν δηλώσεις μοι διὰ Εὐριπᾶτος τοῦ ἀναδιδόντος σοι τὸ ἐπιστόλιον. ἐὰν μὴ ἦν σοι ἀβαρές, μεταβαλοῦ Σαραπᾶτι χαλκὸν ἕως ἀναβῶ. εἰς τὴν ἑορτὴν ἔπεμψά σοι ῥοίδια πέντε . ἐὰν μὴ ἦν σοι ἀβαρός, γράψον μοι ἐπιστολὴν διὰ τοῦ ἀναδιδόντος σοι τὸ ἐπιστόλιον περὶ τῆς ὑγιείας σου. κόμισαι παρὰ Θέωνος μάνια δύο καὶ τήρησόν μοι αὐτὰ ἕως ἀναβῶ, καὶ δήλωσόν μοι. ἄσπασαι Κλαυδίαν τὴν ἀγαθοτάτην καὶ τοὺς φιλοῦντάς σε πάντας. ἐρρῶσθαί σε εὔχομαι. μηνὸς Ἁδριανοῦ ε. ἀπόδος Ὡρίωνι ἀπὸ Ὡρεῖτος ἀδελφοῦ.