Ancient Greek
P.Oxy. 14 1758
Documentary Papyri, P.Oxy. 14 1758
Not analysed yet
Διογενὶς Διδυμᾷ τῶι τιμιωτάτῳ πλεῖστα χαίρειν. πρὸ παντὸς εὔχομαί σε ὑγιαίνειν μετὰ τῶν ἀβασκάντων σου παιδίων, καὶ τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τῷ μεγάλῳ Σαράπιδι εὐχομένη σοι τὰ κάλλιστα πανοικεί. καλῶς ποιήσεις κατεγγυήσας τὸν χοῦν ὃν ἐξέσκαψεν Ἁτρῆς ὁ γεωργός μου ἀπὸ τῶν ἐδαφῶν μου, καὶ μὴ ἄφιε ἐποικοδομῆσαι ἕως ἂν παραγένωμαι. μελέτω σοι δὲ καὶ περὶ ὧν ἄλλων ἔχω παρὰ σοὶ μετεώρων ἐπισχεῖν, ἵνα μὴ εὐκαταφρόνητος γένωμαι διὰ τὴν ἀμέλειάν μου. ἀσπάζομαι πάντας οὓς ἡδέως ἔχεις …ἀπόδος Διδυμᾷ.