Ancient Greek
P.Oxy. 14 1760
Documentary Papyri, P.Oxy. 14 1760
Not analysed yet
……καλῶς ποιήσεις λαβὼν γράμματα παρʼ αὐτοῦ πρὸς Διονύσιον περὶ τοῦ παραδοθῆναι ἡμῖν αὐτά. ἦν μὲν οὖν διὰ θέρους εὐωνότατον· ἐν δὲ τῷ παρόντι ἡ λυσιτελοῦσα καὶ δικαία τιμὴ πρὸς τέσσαρας μνᾶς ἐστιν πενταρταβιαίῳ …ίῳ σακτῷ. πέμψεις οὖν ἡμῖν ἐπιστόλιον πρὸς αὐτόν, ἵνα τὴν τιμὴν ἀπολαβὼν τὸν χόρτον ἡμῖν παραδῶ. διπλῆν τυμωλιτικὴν γάρου σὺν θεοῖς ἐρχόμενος ἐνεγκεῖς μοι, ἐὰν δυνατὸν ἦν. ἐὰν δὲ σοὶ ὀχληρὸν ἦν τοῦτο, τάχα δύναται Σῶσος προτραπεὶς ὑπὸ σοῦ κεράμιόν μοι ἐνέγκαι. τὰ παιδία σε ἀσπάζεται. ἐρρῶσθαί σε εὔχομαι.