Ancient Greek
P.Oxy. 14 1761
Documentary Papyri, P.Oxy. 14 1761
Not analysed yet
Καλλιρώη Σαραπιάδι τῇ κυρίᾳ χαίρειν. τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι. ἀφʼ ἧς ἀπῆλθες ἐπιζητοῦμέν σου τὰ κόπρια θέλοντές σε ἰδεῖν. ἀσπάζου Θερμούθιν καὶ Ἡλιάδα καὶ Πλουτίονα καὶ Ἀφροδίτην καὶ Νεμεσιανόν. ἀσπάζονται ὑμᾶς Κάραβος καὶ Ἁρποκρατίων καὶ τοὺς ἐν οἴκῳ πάντας. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος Σεραπιάδι ἀπὸ Καλλιρώης.