Ancient Greek
P.Oxy. 14 1762
Documentary Papyri, P.Oxy. 14 1762
Not analysed yet
Χαιρέας Διονυσίῳ τῷ κυρίῳ πατρὶ χαίρειν. ἀναγκαῖον ἡγησάμην εἶναι δηλοῦν σοι τὰ περὶ Σερήνου πεπραγμένα. τὸ μὲν οὖν ἀκριβὲς Ῥοδόπη σοι δηλώσει. δεδεήμεθα ταῦτα πρὸς αὐτὸν καὶ τέλος ἐπένευσεν καὶ ἀπέλυσεν ἡμᾶς εἰδὼς τὰ μετʼ αὐτά, οὔπω μέντοι εἰς διαλλαγὰς ἐλθεῖν ἠθέλησεν, οὐδὲ περὶ συνγραφῆς λόγον πεποίηται, σὲ περιμένων. διὰ τοῦτο οὖν σοῦ δεόμεθα ἵνα αὐτῷ περὶ τούτων συμβουλεύσῃς. σοῦ γὰρ μᾶλλον ἢ ἡμῶν ἀκούσεται. ἐρρῶσθαί σε εὔχομαι. Διονυσίῳ πατρὶ γυμνασιαρχ.