Ancient Greek
P.Oxy. 14 1768
Documentary Papyri, P.Oxy. 14 1768
Not analysed yet
Ἡράκλειος Θέωνι καὶ Σαραπιάδι τοῖς γλυκυτάτοις τέκνοις χαίρειν. πρώτην καὶ δευτέραν καὶ τρίτην ταύτην ἐπιστολὴν ὑμῖν γράφω ἐλθὼν εἰς Σχεδίαν τῇ κα κατὰ τὸ μεσονύκτιον, ὅπως εὐθυμῆτε ὡς οὐδέν ἐστιν φαῦλον περὶ ἡμᾶς. οἱ γὰρ ἄνεμοι διὰ συστάσεως ὠμης… …φυ… …ἀσπάζονται ὑμᾶς Ἀπίων, Λογγεῖνος, Ἄγαθος, Φιλάργυρος. ἐρρῶσθαι ὑμᾶς εὔχομαι εὐτυχοῦντας. Θέωνι υἱῷ Ἡράκλειος.