Ancient Greek
P.Oxy. 14 1769
Documentary Papyri, P.Oxy. 14 1769
Not analysed yet
Ἀμμωνᾶς τῇ ἀδελφῇ μου πολλὰ χαίρειν. πρὸ τῶν ὅλων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι. ἔγραψα τῷ ἀδελφῷ ὅτι περὶ οὗ ἐὰν χρείαν σχῇς ἵνα λάβῃς. μὴ ὀκνήσεις οὖν προσελθεῖν αὐτῷ περὶ οὗ ἐὰν χρῄζῃς, οἶδα γὰρ ὅτι οὐκ ἀντερεῖ σοι. καὶ Σερήνῳ ἔγραψα τῷ ἀδελφῷ τὰ αὐτὰ, ἵνα δῷ σοι πέντε ἀρτάβας κριθῆς. ἀσπάζου τὴν ἀδελφήν μου καὶ τὰ τέκνα αὐτῆς καὶ …ν καὶ Ἐπιτυχίαν καὶ Μαργαρίδαν καὶ τὴν θυγατέρα αὐτῆς καὶ τοὺς ἡμῶν πάντας κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι. Παχὼν κζ. ἀπόδος τῇ ἀδελφῇ μου.