Ancient Greek
P.Oxy. 16 1832
Documentary Papyri, P.Oxy. 16 1832
Not analysed yet
παρὰ …α ἡ κλέψασα τὰ ἅγια κειμήλια τῆς ἐκκλησίας τοῦ Ἀσπιδᾶ εἰσῆλθεν εἰς Κεγῆθιν τὴν κώμην ἔχουσα ταῦτα, καὶ ὁ μείζων τῶν ἐκεῖ οὐκ ἀνέχεται οὐδὲ τὰ ἅγια κειμήλια δοῦναι οὐδὲ τὴν γυναῖκα παραδοῦναι. παρακληθῇ οὖν ἡ ὑμετέρα μεγαλοπρέπεια καὶ ἐμοὶ χαρίσασθαι καὶ ἑαυτὴν καὶ ἐν τούτοις τῷ θεῷ παραθέσθαι καὶ κελεῦσαι πρωτοτύπως τὰ ἅγια κειμήλια ἀναδοθῆναι, εἰ δὲ συνορᾷ καὶ τὴν γυναῖκαν παραδοθῆναι, τοῦτο κελεῦσαι γενέσθαι. χαρίζηται δὲ ἡμῖν λοιπὸν τὴν ἑαυτῆς ἐπάνοδον ἡ σὴ μεγαλοπρέπεια, ἐπειδὴ οὐ μικρῶς ὀλιγωρῶ διὰ τὴν τοσαύτην αὐτῆς ἀπουσίαν. ἐπίδος τῷ μεγαλοπρεπεστάτῳ …καὶ περιβλέπτῳ …ε…