Ancient Greek
P.Oxy. 16 1833
Documentary Papyri, P.Oxy. 16 1833
Not analysed yet
παρὰ …καὶ ἂν μὴ γράψω τῇ σῇ διαθέσει, οὐκ ἀγνοεῖ ὡς ὅτιπερ ἱκανοὶ τυγχάνουσι καὶ εὔποροι οἱ ὄντες πρὸς σέ, ὅτι δὲ οὐ μεθʼ ἑαυτῆς ἀναφέρει τὸν οἶνον ἡ σὴ θαυμασιότης καὶ τοῦτο εὔδηλον. μανθανέτω τοίνυν ἡ σὴ διάθεσις τὴν ποσότητα τοῦ οἴνου τοῦ παντὸς χωρίου καὶ οὕτω σημειωσάτω καὶ μείνῃ παρὰ τοῖς ἀμπελουργοῖς ἄχρις οὗ γνωσώμεθα τὸ τίνος τυγχάνει ἡ γῆ. οὔτε γὰρ οἶμαι ἐκείνους τοὺς ἄνδρας τοσοῦτον ῥιψοκινδύνους ὡς καὶ ἀποκαλύπτειν γῆν ἢ καὶ χωρίον προσῆκον τῷ κόμετι. …ἐπίδος τῷ κυρίῳ μου θαυμασιωτάτῳ ἀδελφῷ …Ἡρακλίῳ νοταρίῳ παρὰ Ἰωάννου.