Ancient Greek
P.Oxy. 16 1835
Documentary Papyri, P.Oxy. 16 1835
Not analysed yet
καθὼς παρεκαλέσαμεν τὴν ὑμετέραν δεσποτίαν ἵνα, ἄχρι γράφωμεν τῇ ὑμετέρᾳ μεγαλοπρεπείᾳ, μὴ ἀπολῦσῃ τὰς γυναῖκας τῶν πρωτοκωμητῶν, παρακαλοῦμεν τὸν ἡμῶν δεσπότην ἀπολῦσαι τὴν γυναῖκα Μηνᾶ τοῦ μείζονος καὶ τὴν γυναῖκα Διονυσίου τοῦ κωμογραμματέως καὶ τὴν τοῦ Ἐνὼχ τοῦ μείζονος καὶ τὴν γυναῖκα Πκολίου τοῦ μεγάλου ἀγροφύλακος καὶ τὴν γυναῖκα Φοιβάμμωνος τοῦ κωμάρχου καὶ τὴν τοῦ Παμουθίου τοῦ ἑτέρου αὐτοῦ κωμάρχου καὶ τὴν τοῦ Ἐνὼχ τοῦ κωμάρχου, γίνονται αἱ γυναῖκες αὐτῶν ἑπτά . παρακαλοῦμεν τὸν ἡμῶν δεσπότην ταύτας ἀπολυθῆναι καὶ πρὸς ὑμᾶς αὐτούς, ὅταν κελεύῃς, τὰ αὐτὰ πρόσωπα ἀποφέρομεν αὐτοὺς εἰς φυλακήν. ταῦτα γράφομεν, προσκυνοῦμεν τὰ ἴχνη τοῦ ἡμῶν δεσπότου. ἰδίῳ ἡμῶν εὐφημοτάτῳ προστάτῃ Μαιαρμάκις σὺν θεῷ διοικητῇ Φοιβάμμων καὶ Φίλιππος.