Ancient Greek
P.Oxy. 16 1834
Documentary Papyri, P.Oxy. 16 1834
Not analysed yet
παρὰ ἐν τῇ σήμερον ἀπήντησα εἰς τὴν Ὀξυρύγχων μετὰ τῆς Ἄλιτος ἕνεκα τῶν παρόλκων. πάραυτα καταξίωσον ἡ σὴ ἀρετὴ ἐλθεῖν ἐκ νυκτῶν ἵνα καταλάβῃς τὴν Γεσσιάδα, ἐπειδήπερ ἡ σταφυλὴ ἠφανίσθη ἕνεκεν τοῦ νέου ὕδατος καὶ ἀπουσίαν ποιεῖ ἡ δεσποτεία καθʼ ἑκάστην ἡμέραν. τοὺς δέ γε οἰκοδόμους πάραυτα ἀπόστειλον μετὰ τῶν ἀπὸ Γεσσιάδος εἰς τὸ κτῆμα, ἵνα τελειωθῇ ὁ λάκκος, μὴ συλλάβῃ αὐτὸ τὸ ὕδωρ. ἀλλὰ μὴ ἀμελήσῃς, δέσποτα. καὶ τὰ ἴσα τῶν γραμμάτων τοῦ Προξίμου δέδωκα τῷ κυρίῳ Εὐλογίῳ περιέχοντα ἀποστῆναι τὸν ὀφφικιάλιον Φιλόξενον τῆς ὀχλήσεως τῶν ῥιπαρίων καὶ διὰ τῶν ἀπὸ Παλώσεως, δέσποτα. ἀπόδος τῷ δεσπότῃ μου τῷ τὰ πάντα ἐναρέτω Ἀπφοῦτι νοταρίῳ παρὰ Φοιβάμμωνος Σαραπίωνος …