Ancient Greek
P.Oxy. 16 1839
Documentary Papyri, P.Oxy. 16 1839
Not analysed yet
παρασκεύασον Κυριακὸν τὸν υἱὸν Βάμου ἀπελθεῖν εἰς δίαιταν μετὰ τῆς γραμματηφόρου γυναικός, ἀλλὰ πάντως παρασκεύασον ποιῆσαι. ζῇ κύριος, ἐὰν ἔτι ἔλθῃ πρὸς ἐμὲ καὶ μὴ ἀπηλλάγησαν, οὐκ ἔχεις μου βαστάξαι. πέμψον δὲ εὐθέως διὰ τῆς σήμερον ἡμέρας Ἰωάννην καὶ Παρσάκιν μετὰ τῶν σπαθίων αὐτῶν καὶ σκουταρίων, ἐπειδὴ θέλω τούτους ἐγγύς μου. ἀλλὰ πάντως διὰ τῆς σήμερον πέμψον μοι. τῷ εὐλαβεστάτῳ Φιλοξένῳ προνοητῇ Πακέρκυ Φοιβάμμων.