Ancient Greek
P.Oxy. 16 1840
Documentary Papyri, P.Oxy. 16 1840
Not analysed yet
παρὰ θελήσῃ σοῦ ἡ τιμιότης πάραυτα ἐλθεῖν ἐνταῦθα φέρων μοι πάντα ὅσα κατὰ πρόσωπον εἶπόν σοι, χρεία γάρ ἐστι κατὰ τὸ ἀναγκαῖον, τοὺς δὲ προνοητὰς πέμψον εἰς ἀγρὸν εἰς ἀπαίτησιν, παραγγέλλων αὐτοῖς εὐτρεπίσαι μοι πολλὰ ὁλοκόττινα. ζῇ γὰρ ὁ κύριος, ἐὰν μὴ εὕρω ὅτι σπουδὴν πολλὴν ἐποίησαν εἰς τὴν ἀπαίτησιν, διαστρέφω αὐτοὺς πάνυ. τὰ οὖν εὐτρεπισθέντα πάντα φέρε μοι ἃ εἶπόν σοι κατὰ πρόσωπον. φέρε δὲ ἡμῖν καὶ τὸ μέρος τοῦ λίκνου, δοὺς καὶ πάντα τὰ τυρία ἃ φέρων δοῦναί μοι μετὰ καὶ τῆς ἐρέας τῆς καρυίνης. ἐπίδος …