Ancient Greek
P.Oxy. 16 1842
Documentary Papyri, P.Oxy. 16 1842
Not analysed yet
παρὰ τὰ γράμματα τῆς ὑμῶν ἀδελφότητος ἐδεξάμην, καὶ πρὸ τοῦ διακομίσασθαί με ταῦτα ἔγραψα αὐτῇ τὰ περὶ τῆς γεωμετρίας ὥστε ὑμᾶς ἀπελθεῖν μετὰ τῶν θαυμασιωτάτων γραμματέων. καὶ νῦν οὖν γράφω ὑμῖν σπουδάσαι τοῖς ζῴοις καὶ τοῖς γεωργοῖς καὶ τῷ γεουχικῷ λόγῳ καὶ γεωμετρηθῆναι τὰ ἄβροχα καὶ τὰ ἄσπορα. ἔγραψα δὲ καὶ τῷ κυρίῳ Παμουθίῳ περὶ τούτου. μὰ τὴν δὲ δύναμιν τοῦ θεοῦ οὕτως εἰμὶ ὡς εἰς κρίβανον μένων ἐνταῦθα μίαν ὥραν, ἀλλʼ ἐπειδὴ ἐν πολλῇ ἐστιν διαστροφῇ καὶ τέως οὐ συνεχωρήθην ἐξελθεῖν τούτου χάριν ἕως ἄρτι οὐ κατέλαβον. τὰ δὲ ζῷα πρὸ ἄλλων γ ἡμερῶν ἐπεμψάμην κατασχὼν ἐνταῦθα εἰ μὴ ἓν μόνον. πολλὰ ὑμᾶς προσαγορεύω καὶ τὴν γλυκυτάτην μου ἀδελφὴν καὶ τὰ γλυκύτατα παιδία.