Ancient Greek
P.Oxy. 16 1841
Documentary Papyri, P.Oxy. 16 1841
Not analysed yet
ἵνα μὴ πολλὰ γράψω καὶ ἀπὸ λύπης εὑρεθῶ τῆς ὑμῶν ἀδελφικῆς μεγαλοπρεπείας πάλιν καὶ νῦν παρανακαλῶ ὑμᾶς δυσωπῆσαι τοὺς ἀπὸ Νίκρου δοῦναι τὴν ἐμβολήν. οἶδεν γάρ, καὶ ἂν μὴ γράψω, ὅτι καὶ ἡμεῖς ἀπαιτούμεθα καὶ μάλιστα ἐπὶ τοῦ παρόντος. τὴν οὖν σωτηρίαν αὐτῆς μὴ ἀποτύχω τῆς αἰτήσεως ἵνα καὶ ἐν τούτῳ εὐχαριστήσω ὑμῖν. δεσπόταις μου τὰ πάντα μεγαλοπρεπεστάτοις περιβλέπτοις πάσης τιμῆς ἀξίοις γνησίοις φίλοις κυρίοις Ἰωάννῃ καὶ Ἰωσὴφ κόμεσι Μηνᾶς.