Ancient Greek
P.Oxy. 16 1845
Documentary Papyri, P.Oxy. 16 1845
Not analysed yet
π…ρου… ἰδοὺ ἔπεμψα τὸν υἱὸν τοῦ Ἀβρααμίου τοῦ ἀπὸ Κλαυδιανοῦ μετὰ τῶν πιττακίων αὐτοῦ, καὶ ποιήσῃ τὸν λόγον αὐτοῦ ἡ ὑμετέρα γνησία ἀδελφότης, καὶ συντόμως ἀπολύσῃ αὐτὸν ἀδιαστρόφως, καὶ μὴ συνχωρήσῃ τοῖς χαρτουλαρίοις ἢ ἄλλῳ τινὶ ἀδικῆσαι αὐτόν. δεσπότῃ τὰ πάντα λαμπροτάτῳ τιμῆς ἀξίῳ γνησίῳ φίλῳ καὶ ἀδελφῷ Γεωργίῳ κόμετι Βίκτωρ σὺν θεῷ ἀντιγεοῦχος.