Ancient Greek
P.Oxy. 16 1846
Documentary Papyri, P.Oxy. 16 1846
Not analysed yet
θελήσῃ ἡ σὴ γνησία ἀδελφότης τὸ ἁλιευτικὸν ὃ λέγει τὸ τετιλμένον καθοσιωμένως παρασκευάσαι φιλοκαληθῆναι, ἐπειδὴ ὡς λέγει τὸ πηδάλιον αὐτοῦ κεκλασμένον ἐστὶ καὶ χρεία ἐστὶν τοῦ φιλοκαληθῆναι αὐτό, ἐπειδὴ θέλω πέμψαι ἐν Ἀλεξανδρείᾳ. πέμψῃ δὲ καὶ σύμμαχον εἰς τὸν ὅρμον εἰς τοῦτο αὐτό. δεσπότῃ τὰ πάντα λαμπροτάτῳ πάσης τιμῆς ἀξίῳ γνησίῳ ἀδελφῷ Γεωργίῳ διοικητῇ Βίκτωρ σὺν θεῷ ἀντιγεοῦχος.