Ancient Greek
P.Oxy. 16 1848
Documentary Papyri, P.Oxy. 16 1848
Not analysed yet
ἐπειδὴ ἐκέλευσέν μοι ὁ ὁσιώτατος ἐπίσκοπος διὰ Πέτρον τὸν νεώτερον τὸν ἀποδιδόντα αὐτῇ τὴν παροῦσάν μου ἐπιστολήν, καλῶς ποίει διὰ τὴν κέλευσιν τοῦ ὁσιωτάτου ἀνδρὸς δοῦναι αὐτῷ τὰς ἀννώνας τοῦ αὐτοῦ καθοσιωμένου ἀνδρός. μᾶλλον γὰρ α… ἔχει καὶ τέκνα πολλά, καὶ οὐχ εὑρίσκει ἀποθρέψαι αὐτά. ἀλλʼ ὡς ἔθος διὰ τὴν κέλευσιν τοῦ αὐτοῦ ὁσιωτάτου ἀνδρὸς τοῦτο πράξῃ. ἐὰν δὲ κατέλαβεν τὴν Κώμα καὶ ἔμαθέν τί ποτε περὶ τοῦ μεγαλοπρεπεστάτου χαρτουλαρίου, γράψῃ μοι. δεσπότῃ ἐμῷ τὰ πάντα λαμπροτάτῳ πάσης τιμῆς ἀξίῳ γνησίῳ ἀδελφῷ Γεωργίῳ κόμετι διοικητῇ Βίκτωρ σὺν θεῷ ἀντιγεοῦχος.