Ancient Greek
P.Oxy. 16 1847
Documentary Papyri, P.Oxy. 16 1847
Not analysed yet
παρεγενόμην τῷ υἱῷ Κολλούθου τοῦ εὐλαβεστάτου διακόνου καὶ ἐστοίχησεν πρὸς τὴν ὁμολογίαν τὴν νῦν πεμφθεῖσαν …ε…ς καὶ καλῶς ποιῶν ἀνεχώρησεν. παρασκευάσῃ οὖν αὐτὸν ἡ σὴ γνησία ἀδελφότης τὸ γραμμάτιον ἀποτεθῆναι ἐν μέσῃ χειρὶ πρὸς τὰ συνταχθέντα καὶ τὰ ὁλοκόττινα δοθῆναι τῇ γυναικί, ἵνα ἐξ αὐτῶν γράφῃ. καὶ περὶ τῶν ἀνδραπόδων ἔδοξεν ἵνα αὐτὴ λάβῃ αὐτὰ χωρὶς λόγου. παρασκεύασον οὖν αὐτὸν τοῦτο ποιῆσαι. δεσπότῃ τὰ πάντα λαμπροτάτῳ τιμῆς ἀξίῳ γνησίῳ ἀδελφῷ Γεωργίῳ χαρτουλαρίῳ καὶ διοικητῇ Βίκτωρ σὺν θεῷ ἀντιγεοῦχος.