Ancient Greek
P.Oxy. 16 1857
Documentary Papyri, P.Oxy. 16 1857
Not analysed yet
ἀπέστειλα τῇ ὑμετέρᾳ προστατικῇ μεγαλοπρεπείᾳ διὰ τοῦ γραμματηφόρου ἱπποκόμου σίμαριν ἕν, ἀλάβητας πέντε λιτρῶν ἑβδομήκοντα. παρακαλῶ δὲ αὐτὴν κελεῦσαι γράψαι μοι τὴν ποσότητα τῶν λιτρῶν. ὁ κύριος τῶν …ιων …νακ… τὴν ζωὴν ὑμῶν ἐπὶ μήκιστον χρόνον καὶ ἀξιώσῃ ὑμᾶς ἐκτελέσαι τὴν πανήγυριν τῶν ἁγίων θεοφανίων ἐπὶ πολλὰ ἔτη. δεσπότῃ ἐμῷ τὰ πάντα λαμπροτάτῳ καὶ πάσης τιμῆς καὶ προσκυνήσεως ἀξίῳ γνησίῳ μετὰ θεὸν ἀδελφῷ Θεοδώρῳ κόμετι μειζοτέρῳ Μηνᾶς.