Ancient Greek
P.Oxy. 16 1858
Documentary Papyri, P.Oxy. 16 1858
Not analysed yet
καὶ διὰ τοῦ πεμφθέντος μοι παρὰ τῆς ὑμετέρας προστατικῆς μεγαλοπρεπείας φύλακος γεγράφηκα αὐτῇ ὅτι εἰ μὴ ἓν ἱππάριν πεποιημένον ὑποκάτω νεωτέρου οὐκ ἔχει ὁ ἔνδοξος οἶκος, καὶ τοῦτο ἔπεμψα διὰ τοῦ γραμματηφόρου σταβλίτου. οἶδεν γὰρ κύριος, δέσποτα, εἰ μὴ τὰ ἄλλα τρία ἱπποκομικὰ οὐκ ἔχει. καὶ ἐκεῖνα γὰρ οὐ ποιοῦσιν εἰς οἱονδήποτε πρᾶγμα, εἰ μὴ εἰς γομάριν, ὡς καὶ ἄλλοτε γεγράφηκα αὐτῇ. δεσπότῃ ἐμῷ τὰ πάντα μεγαλοπρεπεστάτῳ πάσης τιμῆς καὶ προσκυνήσεως ἀξίῳ γνησίῳ μετὰ θεὸν προστάτῃ Θεοδώρῳ κόμετι καὶ παγάρχῳ Μηνᾶς χαρτουλάριος.