Ancient Greek
P.Oxy. 16 1859
Documentary Papyri, P.Oxy. 16 1859
Not analysed yet
παρακαλῶ τὸν ἐμὸν ἀγαθὸν δεσπότην ἐὰν ἐστι δυνατὸν κελεῦσαι ἐνδοῦναι τὸν Παμβήχιον καὶ τοὺς ἑταίρους αὐτοῦ ἀπὸ Σερύφεως τὴν σήμερον καὶ τὴν αὔριον ἕως οὗ πληρώσουσιν τὴν γεουχικὴν ῥύσιν αὐτῶν, ἐπειδὴ σήμερον ἤρξαντο τρυγεῖν τὴν ἄμπελον αὐτῶν. πολλὴν γὰρ ῥύσιν παρέχουσιν. ἀλλὰ τὸν βοηθοῦντα αὐτοῖς θεόν, ἐπειδὴ ἄλλο ἔργον οὐκ ἔχω ἐνταῦθα εἰ μὴ ἀντλήσουσιν μόνον τὴν ῥύσιν αὐτῶν, καὶ ἀνέρχομαι εἰς τοὺς πόδας τοῦ κύρου. ἐὰν γὰρ ἀνέρχονται, ἐμποδίζομαι ἐνταῦθα. τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ τῷ ἐνδοξοτάτῳ ἰλλουστρίῳ καὶ ἀντιγεούχῳ Μηνᾶς χαρτουλάριος ὑμέτερος δοῦλος.