Ancient Greek
P.Oxy. 16 1863
Documentary Papyri, P.Oxy. 16 1863
Not analysed yet
πρὸ μὲν πάντων πλεῖστα προσκυνῶ καὶ ἀσπάζομαι τὴν ὑμετέραν ἐνδοξοτάτην φιλίαν. κατέλαβεν δὲ Κοσμᾶς νοτάριος μετὰ τοῦ παλλικαρίου μου ἐνέγκαντες τὸ ἀνάλωμα τῆς ἀλλαγῆς Πιναράχθεως τῶν δύο μηνῶν, καὶ τοῦτο ἐδεξάμην. ἤνεγκαν δὲ καὶ ὑπὲρ μισθοῦ ἱπποκόμων διακοσίας τριάκοντα τέσσαρες ἀρτάβας σίτου, καὶ ἐκ τῶν μὲν διακοσίων τριάκοντα τεσσάρων ἀρταβῶν τοῦ σίτου εἰ μὴ ἑκατὸν δεκαεννέα οὐδὲν ἔσχον ὑπὲρ μισθοῦ τῶν ἱπποκόμων, καὶ τὰς ἄλλας ἑκατὸν δεκαπέντε ἀντέπεμψα αὐτῇ διὰ τοῦ εἰρημένου Κοσμᾶ. σὺ γὰρ ἔπεμψες ὅλας ὑπὲρ μισθοῦ τῶν ἱπποκόμων, καὶ ἰδοὺ ἀντέπεμψα ὑμῖν ταύτας τὰς ἑκατὸν δεκαπέντε . ἐγὼ γὰρ πληρώνω ὅλους τοὺς ἱπποκόμους. ἀποδοθήτω τῷ κυρίῳ Μαρίνῳ σχολαστικῷ παρὰ Ῥέμη σελλαριώτου μηνὸς Μεσορὴ α ἰνδικτίονος ιβ περὶ τοῦ ἀναλώματος τῶν ἀπὸ Πιναράχθεως.