Ancient Greek
P.Oxy. 16 1864
Documentary Papyri, P.Oxy. 16 1864
Not analysed yet
παρακαλῶ τὴν ὑμετέραν ἐνδοξοτάτην καὶ πάνσοφον προστασίαν κελεῦσαι δοθῆναι Γεωργίῳ τῷ περιβέπτῳ χαρτουλαρίῳ τὰ νομίσματα δεκαπέντε Ἀλεξανδρείας τοῦ μισθοῦ μου δωδεκάτης ἐπινεμήσεως, ἐπειδή τινα ἐπέταξα αὐτῷ ἐν Ὀξυρύγχων, ἵνα καὶ ὑπὲρ τούτου εὐχαριστήσω αὐτῇ. ἀλλʼ, ὡς εἴρηται, συνήθως τὰ μέγιστά μοι χαριζομένη ταῦτα αὐτῷ παράσχῃ, γράφουσά μοι συνεχῶς τὴν ὑγίειαν αὐτῆς καὶ περὶ τῶν αὐτῇ δοκούντων ἐνταῦθα, προθύμῳ ὄντι πάντα τὰ κελευόμενά μοι παρʼ αὐτῆς εἰς πέρας ἄξαι. …δεσπότῃ Θωμᾶς σύμμαχος ἀποδοθήτω τῷ δεσπότῃ Μαρίνῳ τῷ ἐνδοξοτάτῳ ἕνεκα τῶν ιε νομισμάτων ὑπὲρ μισθῶν ἰνδικτίονος ιβ.