Ancient Greek
P.Oxy. 16 1868
Documentary Papyri, P.Oxy. 16 1868
Not analysed yet
παρὰ …ε… οἴδαμεν καὶ πεπείσμεθα τὴν σὴν γνησίαν λαμπρότητα μὴ ψευδομένην, μάλιστα καὶ ὅταν ὀμόσῃς. ἐπειδὴ οὖν ὤμοσες τὰς μισθώσεις γίνεσθαι καὶ πέμπεσθαι διὰ τοῦ καθοσιωμένου Ἀνδρονίκου, ὡς Καλλίνικος ὁ ἡμέτερος νοτάριος ἐλθὼν ἡμῖν ἀπήγγειλεν, ἰδοὺ καὶ ὁ προειρημένος ἀνὴρ ἦλθεν ἀλλʼ αἱ μισθώσεις οὐκ ἐπέμφθησαν. εἶπεν δὲ ἡμῖν καὶ ὁ κόμες Λαμάσων ἐλθὼν ἐνταῦθα ὅτι ἐπέμφθη ὁ προνοητὴς τὴν καταβολὴν ἀπαιτῆσαι, καὶ θεὸς οἶδεν οὐδὲ αὐτῷ ἐπίστευσα, ἐπειδὴ τὰ θεραπεύοντα εἰς ὑμᾶς ποιεῖ. σὺν θεῷ δὲ τὸ γλυκύτατον παιδίον χάριτι τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν καλῇ καταστάσει ἐστίν. τῷ τὰ πάντα λαμπροτάτῳ καὶ περιβλέπτῳ κόμετι ο…