Ancient Greek
P.Oxy. 16 1869
Documentary Papyri, P.Oxy. 16 1869
Not analysed yet
Ἰωάννης ὁ λαμπρότατος σκρινιάριος ἔφη μήπω πεπληρῶσθαι παρὰ τῆς ὑμετέρας ἀδελφικῆς ποθεινότητος τὰ καλανδικὰ αὐτοῦ, καὶ ἐκ πρώτης μὲν ἀκοῆς ἄπιστον ἐδόκει μοι τὸ λεχθέν, πολὺν γὰρ εὔφημον λόγον ὑπὲρ αὐτοῦ συνεῖρεν ἐνταῦθα διάγουσα, καὶ οὐκ ἦν εἰκὸς τοσοῦτον ὑμᾶς ἐγκωμιάζοντας αὐτὸν μὴ καὶ πρὸ χρόνου πολλοῦ τὴν δόσιν ποιεῖσθαι πρὸς αὐτὸν τῶν καλανδικῶν. ἐπειδὴ δὲ πάλιν ὁ ἄνθρωπος ἀψευδὴς καθέστηκεν, οὐ δεδύνημαι τὸν λόγον παντελῶς ἀποσείεσθαι, ἀλλὰ μᾶλλον τοῦ βράδους τὸ αἴτιον τῇ στενώσει τῶν πραγμάτων ἀνεθέμην. οὕτω γὰρ καὶ αὐτὸς ὑπεραπελογεῖτο τῆς ὑμετέρας ποθεινότητος, καὶ μόνον ᾔτει γινώσκειν ὑμᾶς ὡς χαριεῖσθέ μοι μεγάλως εἰ πάνυ π… πρὸς αὐτὸν ἐπαν…ε… τὴν ὑμετέραν ἀγαγεῖν γνησιότητα …οἰκείῳ δεσπότῃ τῷ πάντων λαμπροτάτῳ ποθεινοτάτῳ προσκυνητῷ γνησίῳ ἀδελφῷ κυρίῳ Φοιβάμμωνι διοικητῇ Θεόδωρος σὺν θεῷ σχολαστικός. …