Ancient Greek
P.Oxy. 16 1871
Documentary Papyri, P.Oxy. 16 1871
Not analysed yet
χμγ. παρακαλῶ τὸν ἀγήρων ἡμῶν πατέρα καὶ κατʼ αὐτὴν τὴν ὥραν πέμψον μοι τὸ πλοῖον ἵνα κοβαλεύωμεν τὸν σῖτον τοῦ Ἀγαθίνου, καὶ πέμψομαί τινα σύμμαχον εἰς Συνκύφα διὰ τοὺς ἀνθρώπους καὶ τοὺς καμήλους. καταξιώσῃ μάθε παρὰ τοῦ θεοσεβεστάτου ἐπισκόπου διὰ ναῦλον τῶν καμήλων. μηδὲν οὖν ἀμελήσῃς τοῦτο φρόντισον. πολλὰ δὲ προσαγορεύω τὴν σὴν θεοσέβειαν, κύριε δέσποτα. ἐπίδος τῷ εὐλαβεστάτῳ καὶ θεοσεβεστάτῳ κυρίῳ Παμουθίῳ παρὰ …