Ancient Greek
P.Oxy. 16 1872
Documentary Papyri, P.Oxy. 16 1872
Not analysed yet
παρὰ καταξιώσῃ ἡ σὴ διαθέσις συνήθως καταξιοῦσα φιλεῖν συγκροτῆσαι τὸν εὐγενῆ Παῦλον ἀποσταλέντα παρʼ ἐμοῦ συνωνήσασθαι οἶνον ἐμοί, καὶ μὴ συγχωρησάτω βαρεθῆναι τὸ πλοῖον οἴνου εἰς τὸ τελώνιον. θαρρῶν γὰρ τῇ σῇ ἀρετῇ καὶ τῇ μεταξὺ φιλίᾳ γεγράφηκα. θεὸς γὰρ οἶδεν ἅγιος οὐ προστασίας ἕνεκεν γεγράφηκα, ἀλλὰ ἐμοὶ φέρεται ὁ οἶνος. τὰ δὲ ἀποσταλέντα παρʼ ἐμοῦ εὐτελέστατα καταξιώσατε ὡς πολλὰ δέξασθαι. τὴν δὲ σεμνοπρεπεστάτην ἐλευθέραν καὶ τὰ φίλτατα ὑμῶν παιδία ἐξ ἐμοῦ προσειπεῖν καταξίωσον, καὶ ἐν οἷς χρεία τῶν ἐνταῦθα καταξιώσατε κελεύειν. ἐπίδος τῷ δεσπότῃ διὰ πάντα θαυμασιωτάτῳ ἐναρέτῳ ἀδελφῷ …αδ…ῳ φίλῳ παρὰ Κωνσταντίνου.