Ancient Greek
P.Oxy. 16 1882
Documentary Papyri, P.Oxy. 16 1882
Not analysed yet
Φλαούιος Ἑρμίας σχολαστικὸς καὶ ἔκδικος τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως. κατὰ τὴν σήμερον ἡμέραν ἥτις ἐστὶν δευτέρα τοῦ …τῆς …ἰνδικτίονος ἐπὶ παρουσίᾳ ἐμῇ Θεοφάνιος ὁ αἰδέσιμος σιγγουλάριος τῆς μεγάλης αὐγουσταλιανῆς τάξεως συνέσχεν Εὐστόχιον …κατὰ βιβλίον γενάμενον παρὰ Κοίλου ἐντολέως φ… ὑπὲρ Μαξίμου καὶ Ἰουλιανοῦ τῶν περιβλέπτων τρακτευτῶν, καὶ …τὸ βιβλίον τοῦ εἰρημένου Εὐστοχίου ἀπῄτει Θεοφάνιος ὁ αἰδέσιμος σιγγουλάριος τῆς μεγάλης αὐγουσταλιανῆς τάξεως χρυσίου λίτρας δέκα ἀκολούθως τῷ ἐπιδοθέντι αὐτῷ βιβλίῳ. ἅμα δὲ παρεγένοντο Πέτρος υἱὸς τοῦ τῆς μακαρίας μνήμης Προζοκίου …τῶν καθωσιωμένων κλιβαναρίων καὶ Ἀμμωνιανὸς …τῆς ἡγεμονικῆς τάξεως οἳ καὶ ἐγγυήσαντο αὐτὸν τὸν εἰρημένον Εὐστόχιον ἐπιζητούμενον ἕως τριακάδος τοῦ παρόντος μηνὸς παραδώσειν καὶ ἐν ἀπράκτῳ καὶ ἐν ἐμπράκτῳ ἡμέρᾳ ἢ τὰς τοῦ χρυσίου δέκα λίτρας καταβαλεῖν. καὶ ἐπείπερ ἐξῄτησε γράμματα τῶν δοξάντων διʼ ἐκσφραγίσματος Θεοφάνιος ὁ αἰδέσιμος, τοῦτο τὸ ἐκμαρτύριον πεποίημαι μεθʼ ὑπογραφῆς ἐμῆς καὶ ἐκδέδωκα ὡς πρόκειται.