Ancient Greek
P.Oxy. 16 1883
Documentary Papyri, P.Oxy. 16 1883
Not analysed yet
Φλαουίῳ Ἑρμίᾳ τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ ἐκδίκῳ τῆς Ὀξυρυγχιτῶν πόλεως παρὰ Φλαουίου Ἄλα οὐικαρίου κάστρου Ψώβθεως ἀπὸ Ὀξυρυγχιτῶν πόλεως. Μηνᾶς σαγματοράπτης ὁρμώμενος ἐκ τῆς αὐτῆς πόλεως ἐποφείλει μοι ἐγγράφως καὶ κελευσθεὶς παρʼ ἐμοῦ τὴν εὐγνωμοσύνην ποιήσασθαι ὑπερτίθεται. ἀνάγκην ἐκδεχόμενος παρακαλῶ τὴν σὴν παίδευσιν διὰ τῆς ἐπιδόσεως τούτου τοῦ λιβέλλου ὑπὸ ἀσφάλειαν γενάμενον καταναγκασθῆναι τὸ εὐγνῶμόν μοι ποιεῖν, λαμπρότατε ἔκδικε, λογώτατε κύριε. Φλαούιος Ἄλα βικάριος ἐπιδέδωκα. ὑπατείας Φλαουίου Κεθήγου τοῦ ἐνδοξοτάτου Χοίακ κε.