Ancient Greek
P.Oxy. 16 1884
Documentary Papyri, P.Oxy. 16 1884
Not analysed yet
……τῆς αὐτῆς πόλεως …χρεωστοῦσά μοι νομίσματα τέσσαρα ὑπὲρ τοῦ προσώπου τοῦ …ς ὅστις ε…κη τεθραυκώς μοι ἕναν τόπον. ἐπεὶ οὖν ἡ αὐτὴ Μαρία λαβοῦσα τὴν νομὴν τοῦ τόπου εἰς τὸ αὐτὴν οἰκοδομῆσαι τοῦτον οὐ βεβούληται οὔτε τὸν τόπον παρασχεῖν μοι οὔτε τὸ χρέος, παρακαλῶ οὖν τὴν σὴν παίδευσιν κελεῦσαι ταύτην παραστῆναι καὶ καταναγκασθῆναι ἢ τὸν αὐτὸν τόπον ἀποδοῦναι ἢ τὸ χρέος, ὅπως τούτου τυχὼν χάριτας ὁμολογήσω τῇ σῇ παιδεύσει, λογιώτατε ἔκδικε κύριε. Αὐρήλιος Καλλίνικος ἐπιδέδωκα. μετὰ τὴν ὑπατείαν Φλαουίου Δεξικράτους τοῦ ἐνδοξοτάτου Φαῶφι λ.