Ancient Greek
P.Oxy. 16 1893
Documentary Papyri, P.Oxy. 16 1893
Not analysed yet
ὑπατείας Φλαουίου Βελισαρίου τοῦ ἐνδοξοτάτου …Ἐπεὶφ κδ ἰνδικτίονος ιγ. Αὐρήλιος Μηνᾶς ναυπηγὸς υἱὸς Ἰούστου μητρὸς Ἡραϊδος ἀπὸ τῆς Ὀξυρυγχιτῶν Αὐρηλίοις Ἀνοῦπ υἱῷ Φοιβάμμωνος καὶ Βίκτωρι υἱῷ Ἰωάννου ἀπὸ τῆς Πτολεμαίδος τῆς Θηβαίων ἐπαρχίας καὶ αὐτοῖς ναυπηγοῖς. ἐπειδὴ ἤρεσα ὑμῖν πρὸς ἐργασίαν τῆς τέχνης τῶν ναυπηγῶν εἰς τὸ πλοῖον, ὥστε ὑμᾶς ποιήσασθαί μοι τεσσεράκοντα πέντε ἡμέρας ἐν ἔργοις ἑκάστου νομίσματος καὶ ψωμίων ἀρταβῶν δύο καὶ κρέως λίτρας εἴκοσι καὶ ἐλαίου ξέστας ἓξ καὶ οἴνου διπλᾶ ἓξ καὶ ἀνενοχλήτους ὑμᾶς εἶναι ἐκ τοῦ δημοσίου τῆς τέχνης, καὶ μετὰ τὸ τὸ πᾶν πλοῖον τετελέσθαι, κοινωνῆσαι ……υ ἐπιστω… ὁμολογία γενομένη παρὰ Μηνᾶ ναυπηγοῦ υἱοῦ Ἰούστου