Ancient Greek
P.Oxy. 16 1894
Documentary Papyri, P.Oxy. 16 1894
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους θ, ὑπατείας τῆς αὐτῶν γαληνότητος τὸ β, Χοίακ κϛ ἰνδικτίονος ζ. τῷ θαυμασιωτάτῳ Μακαρίῳ προνοητῇ τῆς ἁγίας ἐκκλησίας υἱῷ τοῦ μακαρίου ἀπὸ ταύτης τῆς Νέας Ἰουστίνου πόλεως Παμβήχις θαυμασιώτατος υἱὸς τοῦ μακαρίου Μηνᾶ μητρὸς Μαξίμας ὁρμώμενος ἀπὸ τῆς αὐτῆς πόλεως ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ συντεθεῖσθαί με πρὸς τὴν σὴν θαυμασιότητα ἀπὸ τῆς σήμερον ἡμέρας ἥτις ἐστὶν Χοίακ εἰκὰς ἕκτη τῆς παρούσης ἑβδόμης ἰνδικτίονος ἕως πεντεκαιδεκάτης τοῦ Παχὼν μηνὸς τῆς αὐτῆς, ἐφʼ ᾧ τέ με τὴν χώραν μισθίου τῶν προνοητῶν παρʼ αὐτῇ ἀποπληρῶσαι ἐν προστασίᾳ τῆς κώμης Σαραπίωνος Χαιρήμονος, καὶ πάντα τὰ ὑποδεχόμενά μοι παρὰ τῶν ὑπευθύνων γεωργῶν τῶν ὑπὸ τὴν σὴν θαυμασιότητα ἐν τῇ εἰρημένῃ κώμῃ ἔν τε σίτῳ καὶ χρυσίῳ ὁμολογῶ ἐνεγκεῖν καὶ καταβαλεῖν ἐπὶ τὴν σὴν θαυμασιότητα ἀκολούθως τοῖς ἐμοῖς …ἴσον συναλλάγματος. …