Ancient Greek
1913.i.1 to 1913.iii.27
Documentary Papyri, P.Oxy. 16 1913.i.1-1913.iii.27
Not analysed yet
…οὕτως συνεχωρήθη τοῖς γεωργοῖς ἔξω τῆς πύλης ὑπὲρ τῆς μηχανῆς σπειρομένης ποτὲ παρὰ Πέτρου καὶ κληρονόμων ἄπα Νακίου διὰ τὸ τὰς ἀρούρας τῆς αὐτῆς μηχανῆς δοθῆναι τοῖς εἰρημένοις γεωργοῖς λόγῳ ἐνχόρτου, ὑπὲρ οὗ τὴν ἀρδείαν ποιήσονται εἰς τὰ πωμάρια καὶ εἰς τὰ χωρία ἐκ τῶν ἰδίων αὐτῶν κτηνῶν ἀντὶ τῶν γεουχικῶν βοϊδίων τοῦ ἐνδόξου οἴκου καὶ ἐπὶ τῆς γ ἰνδικτίονος σίτου καγκέλλῳ ἀρτάβαι κα 𐅵. τοῖς πωμαρίταις τῶν γ πωμαρίων ἔξω τῆς πύλης ἀντὶ τῶν ἀρουρῶν γ τῶν σπειρομένων παρʼ αὐτῶν λόγῳ παραμυθίας σίτου καγκέλλῳ ἀρτάβαι κβ 𐅵. εἰς τὸ κοινόβιον ἀββᾶ Ἀπολλῶ ἐκ κελεύσεως ἀπὸ γραμμάτων τοῦ δεσπότου ἡμῶν τοῦ ὑπάτου ἀπὸ α ἰνδικτίονος καὶ ἐπὶ τῆς γ ἰνδικτίονος σίτου καγκέλλῳ ἀρτάβαι υ τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ Θεοδώρῳ Κυνοπολίτῃ λόγῳ φιλοτιμίας κατὰ τὸ ἔθος καὶ ἐπὶ τῆς γ ἰνδικτίονος σίτου καγκέλλῳ ἀρτάβαι ν. τοῖς ἀγροφύλαξιν ἔξω τῆς πύλης φυλάττουσι τὰς β μηχανὰς τῶν πωμαρίων καὶ τὴν μηχανὴν τῆς λαχανίας Εὐτρυγίου καὶ τὸ ἥμισυ μέρος τῆς μηχανῆς τοῦ κτισθέντος νέου λάκκου λόγῳ μισθῶν σίτου καγκέλλῳ ἀρτάβαι ι. Φὶβ χαλκεῖ ἐργαζομένῳ εἰς τὰς μηχανὰς ϛ ἔξω τῆς πύλης λόγῳ μισθοῦ σίτου καγκέλλῳ ἀρτάβαι ι, ἀφʼ ὧν ἐδόθησαν διὰ τῶν γεωργῶν ἔξω τῆς πύλης ἀρτάβαι ε, λοιπαὶ διʼ ἡμῶν σίτου καγκέλλῳ ἀρτάβαι ε, σίτου καγκέλλῳ ἀρτάβαι ε. Ἀβρααμίῳ χλουβοκεραμεῖ ὑπὲρ μισθοῦ τῶν μηχανῶν ἔξω τῆς πύλης καὶ τῆς μηχανῆς τοῦ πωμαρίου Πκεμρὸχ τῆς γ ἰνδικτίονος καγκέλλῳ ἀρτάβαι ε δ χοίνικες ϛ, καὶ Παύλῳ τέκτονι λόγῳ μισθοῦ τῶν αὐτῶν μηχανῶν καὶ τῆς μηχανῆς Πκεμρὸχ ἀρτάβαι ε δ χοίνικες ϛ, γίνονται σίτου καγκέλλῳ ἀρτάβαι ι 𐅵δ χοίνικες β. γίνονται ἀρτάβαι φιθ 𐅵δ χοίνικες β. γίνονται ἀρτάβαι φιθ 𐅵δ χοίνικες β. εἰς τροφὰς τῶν πουλλίων εἰς ὑπηρεσίαν τοῦ δεσπότου ἡμῶν τοῦ κύρου δοθεῖσαι Ἰωάννῃ νοταρίῳ σίτου καγκέλλῳ ἀρτάβαι ιϛ.