Ancient Greek
1913.iii.28 to 1913.iii.47
Documentary Papyri, P.Oxy. 16 1913.iii.28-47
Not analysed yet
Ἀνουθίῳ παιδαρίῳ εἰς τροφὴν τῶν ὀρνίθων τοῦ ἐνδοξοτάτου ἰλλουστρίου Ἰωάννου σίτου καγκέλλῳ ἀρτάβη α. Ἀνοῦπ κεραμεῖ ἀπὸ Τοὲ ὑπὲρ μισθοῦ πλάσεως καινοκούφων Αχα συνενεχθέντων δοθέντων τοῖς ἀμπελουργοῖς ἐποικίου Κναφέων ἐπὶ τῆς β ἰνδικτίονος πρὸς καταγγισμὸν οἴνου ῥύσεως γ ἰνδικτίονος, τῶν κούφων σν πίσσης κεντηναρίου α ἐκ λιτρῶν ρ, κεντηνάρια ϛ γ πεντεκαιδέκατον εἰς λίτρας χμ, τῶν λιτρῶν ρπ νόμισμα α παρὰ δ 𐅵νομίσματα γ 𐅵κδ ϙϛ παρὰ κεράτια ιϛ. Ἀβρααμίῳ κεραμεῖ ἀπὸ Μεγάλης Παρορίου ὑπὲρ τιμῆς καινοκούφων ψξδ συνενεχθέντων δοθέντων τοῖς ἀμπελουργοῖς χωρίου προαστείου ἐπὶ τῆς β ἰνδικτίονος πρὸς καταγγισμὸν οἴνου ῥύσεως γ ἰνδικτίονος τῶν κούφων υ νόμισμα α παρὰ δ 𐅵νόμισμα α 𐅵γ κδ παρὰ κεράτια η 𐅵. τιμῆς χορτοσπέρμου ἀγορασθέντος ἐν Ἄρεως τῇ κώμῃ διὰ Ὀννωφρίου χορτοπαραλήμπτου εἰς χρείαν τῆς γεουχικῆς αὐτουργίας Πὰτθ Ταμπέμου καὶ Νοτινῆς Παρορίου ἐπὶ τῆς β ἰνδικτίονος κατασπορᾶς γ ἀπὸ νομισμάτων ιβ παρὰ μη, ἀφʼ ὧν ἠνέχθη διὰ Ἰουλιανοῦ προνοητοῦ Ἀκτουαρίου κατὰ τὸ τρίτον μέρος νομίσματα δ παρὰ ιϛ, λοιπὰ εἰς τοῦτον τὸν λόγον νομίσματα η παρὰ κεράτια λβ. τῷ κόμετι Μηνᾷ ὑπὲρ ὀψωνίου γ ἰνδικτίονος σίτου καγκέλλῳ ἀρτάβαι ϙ καὶ κριθῆς καγέλλῳ ἀρτάβαι ϙ καὶ Ἀλεξανδρείας νομίσματα λ. τοῖς σταβλίταις τοῦ ὀξέως δρόμου ὑπὲρ μισθῶν κατὰ τὸ ἔθος καὶ ἐπὶ τῆς γ ἰνδικτίονος ἀπὸ νομισμάτων κδ παρὰ κεράτια νβ, ῥοπῆς τούτων κεράτια ιβ, γίνονται νομίσματα κδ παρὰ κεράτια ξδ, ἀφʼ ὧν ἠνέχθη διὰ Ἰουλιανοῦ προνοητοῦ Ἀκτουαρίου κατὰ τὸ τρίτον μέρος νομίσματα η παρὰ κεράτια κα 𐅵,λοιπὰ εἰς τοῦτον τὸν λόγον νομίσματα ιϛ παρὰ κεράτια μβ 𐅵Ἰωάννῃ πλινθευτῇ πλινθεύοντι ἔξω τῆς πύλης λόγῳ μισθοῦ τῆς γ ἰνδικτίονος Τῦβι κδ ἰνδικτίονος γ νομίσματα δ παρα κεράτια κ. Γεωργίῳ σταβλίτῃ ἀπερχομένῳ εἰς τὴν Κυνῶν μετὰ τῶν δρομικῶν ζῴων ἐπὶ τῆς γ ἰνδικτίονος λόγῳ ἀναλώματος ἐν τῇ πλημμυρίδι Μεσορὴ ιζ ἰνδικτίονος γ νομίσματα β παρὰ κεράτια ι.