Ancient Greek
P.Oxy. 16 1973
Documentary Papyri, P.Oxy. 16 1973
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Μοναξίου καὶ Πλίντα τῶν λαμπροτάτων Μεχεὶρ κ. Φλαουίῳ Ἰσὰκ ἀπὸ πραιποσίτων γεουχοῦντι ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει ἐπιτρόπῳ τῆς θειοτάτης οἰκίας διὰ Διδύμου οἰνοπράτου Αὐρήλιος Φοιβάμμων Ἀμμωνίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ὀφείλειν σοι καὶ χρεωστεῖν ὑπὲρ τιμῆς οἴνου οὗ ἐώνημαι παρὰ σοῦ καὶ ἐβάσταξα κατὰ τὰ μεταξὺ σύμφωνα χρυσοῦ νομισμάτιον ἁπλοῦν δεσποτικὸν εὔσταθμον δόκιμον ἕν, γίνεται νομισμάτιον α, ὅπερ ἀκίνδυνον ὂν ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω σοι ἐν τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ἔτους ϙϛ ξε εἰς ἀρχὴν τῆς τετάρτης ἰνδικτίονος ἀνυπερθέτως, γιγνομένης σοι τῆς πράξεως παρὰ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων Ἀμμωνίου ὁ προκίμενος ἔχω καὶ ὀφείλω ἀπὸ τιμῆς οἴνου τὸ τοῦ χρυσοῦ νομισμάτιον ἓν καὶ ἀποδώσω ἐν τῇ προθεσμίᾳ ὡς πρόκιται. Αὐρήλιος Ἀμμώνιος Μαύρου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. δι εμυ ναδυ νικιυ γραμμάτιον Φοιβάμμωνος Ἀμμωνίου ὑπηρέτου υἱοῦ Ἄμμωνος νομισματίου α.