Ancient Greek
P.Oxy. 16 1974
Documentary Papyri, P.Oxy. 16 1974
Not analysed yet
ὑπατείᾳ Φλαουίου Ἰωάννου τοῦ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων Παχὼν β ἰνδικτίονος α. Αὐρήλιος Ἀνοῦπ υἱὸς Ἰωάννου μητρὸς Μάρθας ἀπὸ ἐποικίου Ἀλκῶμε τοῦ Ὀξυρυγχίτου νομοῦ Αὐρηλίῳ Παμουθίῳ υἱῷ Σαραπᾶ ἱπποιάτρῳ ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ ὀφείλειν σοι καὶ χρεωστεῖν ὑπὲρ ὄξων ἐκ τοῦ δοθέντος σοι παρʼ ἐμοῦ οἴνου ἐπὶ τῆς ῥύσεως τῆς παρελθούσης πρώτης ἰνδικτίονος κατὰ τὰ μεταξὺ δόξαντα σύμφωνα χρυσοῦ νομισμάτιον ἓν ἥμισυ ἰδιωτικῷ ζυγῷ, γίνεται χρυσοῦ νομισμάτιον α 𐅵ἰδιωτικῷ ζυγῷ, κεφαλαίου, καὶ τοῦτο ὁμολογῶ ἀποδοῦναί σοι ἐν τῷ Ἁθὺρ μηνί …. γραμμάτιον Ἀνοῦπ υἱοῦ Ἰωάννου …