Ancient Greek
P.Oxy. 16 1997
Documentary Papyri, P.Oxy. 16 1997
Not analysed yet
πρόσγραφον ἐμοῦ Ἰωάννου γραμματέως κώμης Σπανίας τοῦ λαμπροτάτου κυρίου Ἰωάννου καθολικοῦ. ἔσχον καὶ ἐνεβαλόμην εἰς τὸν ὀρθὸν ποταμὸν ὅρμου Νήσων ἐμβολῆς τετάρτης ἰνδικτίονος σίτου ῥυπαροῦ καγκέλλου ἀρτάβας ἑπτακισχιλίας πεντήκοντα ἑπτὰ μόνας, γίνονται σίτου ἀρτάβαι Ζνζ μόναι. ἐγράφη Μεσορὴ ζ ἰνδικτίονος γ ἀρχῇ τῆς τετάρτης. διʼ ἐμοῦ Ἰωάννου γραμματέως, στοιχεῖ μοι τοῦτο τὸ πρόσγαφον ὡς πρόκειται.