Ancient Greek
P.Oxy. 16 1998
Documentary Papyri, P.Oxy. 16 1998
Not analysed yet
πρόσγραφον ἐμοῦ Μηνᾶ γραμματέως κώμης Τερίτθεως διὰ τοῦ κυρίου Μηνᾶ ναυκλήρου ἀπὸ Κώμα. ἔσχον παρὰ Ἰωάννου προνοητοῦ Κώμα …υ ὑπὲρ ἐμβολῆς τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος σίτου ῥυπαροῦ κανκέλλου δημοσίου καινοῦ ἀρτάβας ἑκατὸν τριάκοντα μόνας, γίνονται ἀρτάβαι ρλ μόναι ἐγράφη μηνὶ Μεσουρὴ ε ἰνδικτίονος ιδ οὕτως· Μηνᾶς γραμματεὺς τοῦ κυρίου Μηνᾶ ναυκλήρου ἀπὸ Κώμα σεσημείωμαι ὁμοίως Μεσουρὴ ϛ σίτου ῥυπαροῦ καγκέλλου ἀρτάβας τεσσαράκοντα πέντε μέτρα τρία, γίνονται ὁμοῦ τὸ πᾶν ἀρτάβαι ροε μέτρα γ μόνα. διʼ ἐμοῦ Μηνᾶ γραμματέως τοῦ κυρίου Μηνᾶ ναυκλήρου στοιχεῖ μοι τὸ πρόσγραφον τῶν ἑκατὸν ἑβδομήκοντα πέντα καὶ μέτρων γ καγκέλλου δημοσίου καινοῦ. στοιχεῖ μοι ὡς πρόκειται . πρόσγραφον Μηνᾶ γραμματέως Τερίτθεως.