Ancient Greek
P.Oxy. 17 2106
Documentary Papyri, P.Oxy. 17 2106
Not analysed yet
…ἄρχουσι καὶ βουλῇ καὶ …ι …λογιστῇ Ὀξυρυγχίτου χαίρειν. ἡ θεία καὶ σεβασμία τύχη τῶν δεσποτῶν ἡμῶν Αὐτοκρατόρων τε καὶ Καισάρων προσέταξεν γραμμάτων θείων πρὸς μὲ ἀποσταλέντων χρυσὸν ἀπὸ τῆς ἐπαρχίου συνωνηθῆναι. φροντὶς ὑμῖν ἔστω, τοῦ πράγματος ὑπέρθεσιν οὐδεμίαν ἐπιδεχομένου, προστέτακται γὰρ εἴσω δ τοῦ Θὼθ μηνὸς ὁ πᾶς χρυσὸς ἐν Νικομηδίᾳ παραδοθῆναι, ἐντὸς ἡμερῶν λ, τοῦτʼ ἔστιν εἴσω τῆς ε τοῦ Μεσορή, καὶ ἐν τούτῳ τὴν καθοσίωσιν τὴν ὑμετέραν ἐνδεικνυμένοις, λη μόνας λίτρας ἀπαιτῆσαι παρʼ ἑκάστου κατὰ δύναμιν καὶ ἀγαγεῖν εἰς τὴν λαμπρὰν Ἀλεξανδρέων πόλιν, δηλαδὴ ταύτας κομιζόντων σοῦ τε τοῦ λογιστοῦ καὶ ἑνὸς ἐξ ὑμῶν τοῦ τὴν πρώτην τάξιν ἐν τῇ ἀρχῇ ἐπέχοντος, συμβαλλομένων ὑμῖν ἐν τῇ εἰσφορᾷ ταύτῃ τῶν τε τὴν τοῦ χρυσοῦ ὕλην πραγματευομένων καὶ τῶν δυνατωτάτων ὄντων, οὐκ ἐνοχλουμένων δὲ τῶν ξένων εἰ μὴ ἄρα τὸ ἐφέστιον αὐτόθι κατεστήσαντο καὶ μηδέπω ἐπολιτεύσαντο εὔποροί τε ὄντες τυγχάνουσιν, δέκα μυριάδων δηλαδὴ ὑπὲρ ἑκάστης λίτρας ἀριθμουμένων τοῖς παρέχουσιν ὑπὸ τοῦ ἱερωτάτου ταμιείου. καὶ ἵνα ἐπὶ τῶν τόπων τὸ τίμημα τούτων ἐξ ἑτοίμου τούτοις καταβληθείη ἐπέστειλα τῷ κυρίῳ μου καὶ ἀδελφῷ τῷ διασημοτάτῳ καθολικῷ ὡς ἂν αὐτὸς προστάξοιεν τοῖς ἐπιτρόποις τοῦτο ποιῆσαι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. μεθʼ ἃ Ῥωμαικά.