Ancient Greek
P.Oxy. 17 2107
Documentary Papyri, P.Oxy. 17 2107
Not analysed yet
Οὐαλέριος Τιτανιανὸς ὁ κράτιστος εἰρηνάρχαις Ὀξυρυγχίτου χαίρειν. τὸν Σπαρτιάτου υἱὸν σπουδὴ ὑμῖν γενέσθω ἀποστεῖλαι μετὰ παντὸς τάχους ἢ ἐπʼ ἐμοῦ πληρώσοντα τὰ προσταχθέντα ὑπὸ τοῦ κυρίου μου λαμπροτάτου ἡμῶν ἡγεμόνος Αὐρηλίου Θεοδότου ἢ παραπεμφθησόμενον ἐπὶ τὸ μέγεθος αὐτοῦ. ἐρρῶσθαι ὑμᾶς εἴη. ι ἔτους τοῦ κυρίου ἡμῶν Πουπλίου Λικιννίου Γαλλιηνοῦ Σεβαστοῦ, Ἁθὺρ ια.