Ancient Greek
P.Oxy. 17 2108
Documentary Papyri, P.Oxy. 17 2108
Not analysed yet
Αὐρήλιος Σπαρτιάτης ὁ καὶ Χαιρήμων στρατηγὸς Ἑρμοπολίτου Αὐρηλίοις Διοδώρῳ τῷ καὶ Διονυς… εὐθηνιαρχήσαντι Ἀλεξανδρίας καὶ Δημητρίῳ τῷ καὶ Νουμηνίῳ εὐθηνιαρχήσαντι Ἀλεξανδρίας εἰρηνάρχαις Μωχείτου καὶ Πασκὼ τοῖς φιλτάτοις χαίρειν. ἡ κρατίστη βουλὴ πρόγραμμά μοι διεπέμψατο πρὸς τὸ ἐν τοῖς ἐπισημοτάτοις τόποις τῶν κωμῶν προτεθῆναι. ἀντίγραφον οὖν αὐτοῦ ἐπιστέλλω ὑμῖν, φίλτατοι, ἵνα κατὰ κώμην ποιήσητε προτεθῆναι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι. ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικκινίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Σαλωνίνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Φαμενὼθ α. ἀντίγραφον. Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης ἡ κρατίστη βουλὴ διὰ Αὐρηλίου …ἀγορανομήσαντος ἐνάρχου πρυτάνεως Αὐρηλίῳ Σεραπίωνι …