Ancient Greek
2110.1.1 to 2110.1.15
Documentary Papyri, P.Oxy. 17 2110.1.1-15
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος αἰωνίων Αὐγούστων τὸ γ, Φαῶφι θ, βουλῆς οὔσης, πρυτανίας Κλαυδίου Ἑρμείου Γελασίου γυμνασιαρχήσαντος βουλευτοῦ, μετὰ τὰς εὐφημίας καὶ παρελθόντος εἰς μέσον Θέωνος Ἀμμωνίου βουλευτοῦ διὰ Μακροβίου υἱοῦ καὶ καταθεμένου οὕτως· οἴδατε καὶ ὑμεῖς, συνβουλευταί, ὅτι ἐπὶ τῆς μελλούσης κήρας εἰμὶ καὶ ἐν τοῖς εἰκοσιτέσσαρσιν εἰμὶ τοῖς διατυπωθεῖσιν ὑπὸ τοῦ κυρίου τοῦ λαμπροτάτου Τατιανοῦ εἰς τὰς παγαρχίας καὶ κονδουκτορίας, καὶ ἴσως κατʼ ἄγνοιαν ὁ πρόεδρος ἐχειροτόνησέν με εἰς ἐπιμέλειαν τῆς στρατιωτικῆς ἐρεᾶς ἐσθῆτος τῆς ιδ ἔτους ἰνδικτίονος, μάλιστα νῦν ἱπποτρόφου τυγχάνοντός μου, καὶ διὰ τοῦτο παρατίθημι ἐν ὑμῖν ὡς οὐ χρὴ λύεσθαι τὰ διατυπωθέντα. οἱ βουλευταὶ ἐφώνησαν. κύριον τὸ κατὰ κῆραν. οὐ χρὴ παραλύεσθαι τὰ καλῶς διατυπωθέντα. Πτολεμῖνος λογιστεύσας εἶπεν· βέβαια καὶ ἀσάλευτα χρὴ εἶναι τὰ διατυπωθέντα ὑπὸ τοῦ κυρίου λαμπροτάτου Τατιανοῦ ἐκ συναινέσεως παντὸς τοῦ βουλευτηρίου, ὥστε μὴ λειτουργεῖν τοὺς εἰκοσιτέσσαρας εἰς μηδʼ ὁτιοῦν λειτούργημα ἀλλὰ ἔχειν ἐπὶ ταῖς βαρυτέραις λειτουργίαις, οὐ μόνον ἐπὶ τῆς πρυτανίας ταύτης ἀλλὰ ἐπὶ τῶν μελλόντων πρυτανεύειν. εἰ δὲ βούλεταί τις λειτουργεῖν εἰς ἕτερον λειτούργημα, οὐ κινδύνω τοῦ βουλευτηρίου λειτουργεῖ, καὶ οὐκ ὀφείλει Μακρόβιος ἐνοχλεῖσθαι. Γερόντιος ἐξακτορεύσας εἶπεν· τὰ καλῶς διατυπωθέντα καὶ μετὰ τοῦ νομίμου γενόμενα ὑπὸ τοῦ κυρίου μου Τατιανοῦ καὶ ἀνενεχθέντα πρὸς τοὺς δεσπότας ἡμῶν καὶ πρὸς τοὺς κυρίους μου τοὺς λαμπροτάτους ἐπάρχους τοῦ ἱεροῦ πραιτωρίου καὶ ἐκεῖθεν τὸ κῦρος ἔχει, ὅθεν οὐ προσῆκόν ἐστιν Μακρόβιον ὀχλεῖσθαι ὑπό τε τοῦ πρυτάνεως οὐδʼ ὑπὸ τοῦ μελλοπρυτάνεως εἰς ἑτέρας ἐπιμελείας. Σαρμάτης λογιστεύσας εἶπεν· ἴσως κατʼ ἄγνοιαν ὁ ἀδελφὸς ἡμῶν Ἑρμείας ὁ πρόεδρος ὑπέλαβεν Μακρόβιον ὄντα ἐκ τῶν κδ τῶν διατυπωθέντων ὑπὸ τοῦ κυρίου μου Τατιανοῦ, οὗτος δὲ οὐκ ὀφείλει ἐνοχλεῖσθαι προφάσει ἐπιμελείας εἰ δὲ βουληθείη τις ἐκ τῶν κδ ἀμβιτεύειν, οἶδεν τὸν ἑαυτοῦ κίνδυνον.