Ancient Greek
2110.1.16 to 2110.2.36
Documentary Papyri, P.Oxy. 17 2110.1.16-2110.2.36
Not analysed yet
…μο…ς εἶπεν· οὐκ ὀφείλει τις ἐκ τῶν εἰκοσιτεσσάρων τῶν διατυπωθέντων ἐκ τῆς καθαρότητος τοῦ κυρίου μου Τατιανοῦ …μ…αλ… προέδρων, Μακρόβιος δὲ νῦν οὐκ ὀφείλει ἐνοχλεῖσθαι εἰς τὴν ἐπιμέλειαν τῆς στρατιωτικῆς ἐρεᾶς ἐσθῆτος οὐδʼ εἰς ἕτερόν τι, ἀλλʼ ἀρκεῖσθαι αὐτὸν ταῖς βαρυτάταις λειτουργίαις. Ἀμμωνιανὸς ἐξακτορεύσας εἶπεν· τὰ καλῶς διατυπωθέντα καὶ μετὰ …είας καὶ ἀρέσαντα τοῖς δεσπόταις τῆς οἰκουμένης καὶ τοῖς κυρίοις μου τοῖς λαμπροτάτοις ἐπάρχοις οὐ χρὴ παραλύεσθαι οὔτε ὑπὸ τοῦ νῦν πρυτάνεως οὔτε ὑπὸ μελλόντων πρυτάνεων, ὅθεν οὐκ ὀφείλει Μακρόβιος ἐνοχλεῖσθαι εἰς ἑτέρας λειτουργίας. Οὐαλέριος Εὐδαίμονος γυμνασιαρχήσας εἶπεν· οὐκ ἔστιν ἀκόλουθον ἡμῖν ἔτι πρᾶξαί τι ἐκτὸς τῶν διατυπωθέντων ὑπὸ τοῦ κυρίου μου Τατιανοῦ, ὅθεν οὐκ ὀφείλει Μακρόβιος οὔδʼ ἕτερός τις τεκ… ἐπιβουλεύεσθαι εἰς τὸ παράπαν ἀλλὰ τούτους φυλάττεσθαι τῇ καλῶς γενομένῃ διοικήσει. Μακρόβιος ῥιπάριος εἶπεν· εἷς ὢν ἐκ τῶν κδ Μακρόβιος οὐκ ὀφίλει εἰς ἕτερον λειτούργημα ἐνοχλεῖσθαι. Ἀχιλλεὺς Πόσι ῥιπάριος εἶπεν· χάριν τότε πάντες ὡμολογήσαμεν ἐπὶ τῇ καλῶς γενομένῃ διοικήσει ὑπὸ τοῦ κυρίου τοῦ λαμπροτάτου Τατιανοῦ. οὐκ ὀφείλει Μακρόβιος τοίνυν ἐνοχλεῖσθαι εἰς τὴν ἐπιμέλειαν τῆς στρατιωτικῆς ἐρεᾶς ἐσθῆτος οὐδὲ εἰς ἕτερόν τι λειτούργημα, διὰ τὸ ἕνα αὐτὸν εἶναι τῶν κδ. Ζωΐλος Διονυσίου γυμνασιαρχήσας εἶπεν· καὶ ἐγὼ σύνψηφός εἰμι ἐπὶ τοῖς κατατεθεῖσιν ὑπὸ τῆς κοινότητος ὥστε μὴ ἐνοχλεῖσθαι τοὺς κδ τούτους οὔτε ὑπὸ τοῦ νῦν πρυτάνεως οὔτε ὑπὸ τῶν μελλόντων πρυτανεύειν. ὅθεν οὐκ ὀφείλει Μακρόβιος ἐνοχλεῖσθαι μάλιστα εἷς ὢν τῶν κδ. Θέων Εὐσεβίου πρυτανεύσας εἶπεν· ὁ ἀδελφὸς ἡμῶν ὁ πρόεδρος ἴσως κατʼ ἄγνοιαν μὴ γινώσκων Θέωνα διὰ Μακροβίου υἱοῦ ὄντα ἐκ τῶν κδ ἀνδρῶν τῶν διατυπηθέντων εἰς τὰς βαρυτέρας λειτουργίας ὑπέβαλεν αὐτὸν εἰς τὴν ἐσθῆτα, ὅθεν ὀνειδίζομεν ὡς οὐ προσήκει αὐτὸν ἐνοχλεῖσθαι προφάσει ἐπιμελείας τῆς αὐτῆς ἐρεᾶς ἐσθῆτος. Εὐλόγιος Πτολεμαίου γυμνασιαρχήσας εἶπεν· Θέων Ἀμμωνίου διὰ Μακροβίου υἱοῦ εἷς ὢν τῶν διατυπωθέντων κδ εἰς τὰς βαρυτάτας λειτουργίας οὐκ ὀφείλει ὄχλησίν τινα παθεῖν προφάσει ἑτέρων λειτουργιῶν. ὁ πρύτανις εἶπεν·